Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.162 Joseph. AJ 8.166 (English) >>Joseph. AJ 8.170

8.164ἄνδρας γὰρ αὐτῷ κυβερνήτας καὶ τῶν θαλασσίων ἐπιστήμονας ἔπεμψεν ἱκανούς, οἷς ἐκέλευσε πλεύσαντας μετὰ τῶν ἰδίων οἰκονόμων εἰς τὴν πάλαι μὲν Σώφειραν νῦν δὲ χρυσῆν γῆν καλουμένην, τῆς Ἰνδικῆς ἐστιν αὕτη, χρυσὸν αὐτῷ κομίσαι. καὶ συναθροίσαντες ὡς τετρακόσια τάλαντα πάλιν ἀνεχώρησαν πρὸς τὸν βασιλέα. 8.165

Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε· 8.166πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλʼ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς· 8.167ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον προσεδόκα τις ἐπελύετο. 8.168 δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.162 Joseph. AJ 8.166 (English) >>Joseph. AJ 8.170

Powered by PhiloLogic